Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.187 Joseph. AJ 3.192 (English) >>Joseph. AJ 3.197

3.190καὶ ἔγωγε ταύτης ἐμοὶ τῆς σκέψεως ἐπιτραπείσης ἐμαυτὸν ἂν τῆς τιμῆς ἄξιον ἔκρινα διά τε τὸ φύσει πάντας εἶναι φιλαύτους, καὶ ὅτι πολλὰ ἐμαυτῷ καμόντι περὶ σωτηρίας τῆς ὑμετέρας σύνοιδα· νῦν δʼ αὐτὸς θεὸς Ἀαρῶνα τῆς τιμῆς ἄξιον ἔκρινε καὶ τοῦτον ᾕρηται ἱερέα, τὸν δικαιότερον ἡμῶν μᾶλλον εἰδώς, 3.191ὡς οὗτος ἐνδύσεται στολὴν τῷ θεῷ καθωσιωμένην καὶ βωμῶν ἐπιμέλειαν ἕξει καὶ πρόνοιαν ἱερείων καὶ τὰς ὑπὲρ ἡμῶν εὐχὰς ποιήσεται πρὸς τὸν θεὸν ἡδέως ἀκουσόμενον, ὅτι τε κήδεται γένους τοῦ ἡμετέρου καὶ παρʼ ἀνδρὸς ὃν αὐτὸς ἐπελέξατο 3.192γινομένας προσδέχεται ταύτας.” Ἑβραῖοι δὲ ἠρέσκοντο τοῖς λεγομένοις καὶ συνῄνουν τῇ τοῦ θεοῦ χειροτονίᾳ· ἦν γὰρ Ἀαρὼν διά τε τὸ γένος καὶ τὴν προφητείαν καὶ τὴν ἀρετὴν τἀδελφοῦ πρὸς τιμὴν ἁπάντων ἀξιολογώτερος. ἦσαν δʼ αὐτῷ καὶ παῖδες κατʼ ἐκεῖνον τὸν χρόνον τέσσαρες Νάβαδος Ἀβιοῦς Ἐλεάζαρος Ἰθάμαρος. 3.193

Ὅσα δὲ τῶν πρὸς τὴν τῆς σκηνῆς κατασκευὴν παρεσκευασμένων ἦν περιττὰ ταῦτʼ ἐκέλευσεν εἰς φάρση σκεπαστήρια τῆς τε σκηνῆς αὐτῆς καὶ τῆς λυχνίας καὶ τοῦ θυμιατηρίου καὶ τῶν ἄλλων σκευῶν ἀναλῶσαι, ὅπως κατὰ τὴν ὁδοιπορίαν ταῦτα μήτʼ ἐξ ὑετοῦ μηδὲν μήτʼ ἐκ κονιορτοῦ βλάπτηται. 3.194τό τε πλῆθος ἀθροίσας πάλιν εἰσφορὰν αὐτῷ προσέταξεν εἰσφέρειν σίκλου τὸ ἥμισυ καθʼ ἕκαστον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.187 Joseph. AJ 3.192 (English) >>Joseph. AJ 3.197

Powered by PhiloLogic